Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.87 Dem. 25.91 (English) >>Dem. 25.94

25.89τὸν αὐτὸν τοίνυν τρόπον ὑμεῖς, ἄνδρες Ἀθηναῖοι, τὴν πόλιν οἰκεῖτε συγγενικῶς καὶ φιλανθρώπως, οἱ μὲν οὕτως ὁρῶντες τὰ τῶν ἠτυχηκότων ἔργα ὥστε, τὸ τῆς παροιμίας, ὁρῶντας μὴ ὁρᾶν καὶ ἀκούοντας μὴ ἀκούειν, οἱ δʼ οὕτω ποιοῦντες πράττουσιν ὥστʼ εἶναι φανεροὶ καὶ φυλαττόμενοι καὶ αἰσχυνόμενοι. ἐκ δὲ τούτων κοινὴ καὶ πάντων τῶν ἀγαθῶν αἰτία τῇ πόλει μένει καὶ συνέστηκεν ὁμόνοια. 25.90ταῦτα τοίνυν Ἀριστογείτων τὰ καλῶς οὕτω πεπηγότα τῇ φύσει καὶ τοῖς ἤθεσι τοῖς ὑμετέροις κινεῖν καὶ ἀναιρεῖ καὶ μεταρρίπτει, καὶ τῶν ἄλλων τῶν ἠτυχηκότων ἕκαστος ἀψοφητεὶ ποιεῖ, ταῦθʼ οὗτος μόνον οὐ κώδωνας ἐξαψάμενος διαπράττεται. οὐ πρυτάνεις, οὐ κῆρυξ, οὐκ ἐπιστάτης, οὐχ προεδρεύουσα φυλὴ τούτου κρατεῖν δύναται. 25.91ἐπειδὰν οὖν τις ὑμῶν ἐφʼ οἷς οὗτος ἀσελγαίνει λυπηθεὶς εἴπῃτοῦτον δὲ ταῦτα ποιεῖν, καὶ ταῦτʼ ὀφείλοντα τῷ δημοσίῳ,” “τί δʼ; οὐ καὶ δεῖναφησὶνὀφείλει;” τὸν ἐχθρὸν ἕκαστος ὑπειπὼν τὸν αὑτοῦ· ὥστε τὴν πονηρίαν τὴν τούτου αἰτίαν εἶναι τῶν βλασφημιῶν αἳ περὶ τῶν οὐχ ὁμοίων τούτῳ διὰ τοῦτον γίγνονται.

25.92λοιπὸν τοίνυν ἐστίν, ἄνδρες Ἀθηναῖοι, τοῖς ἀπαλλαγῆναι βουλομένοις τούτου, ἀδίκημα σαφὲς καὶ ἐναργὲς ἔχοντας ἐκ τῶν νόμων, μάλιστα μὲν αὐτῷ θανάτου τιμῆσαι, εἰ δὲ μή, τοσοῦτον ἀναθεῖναι τίμημα χρημάτων ὅσον μὴ δυνήσεται φέρειν· ἄλλη γὰρ οὐκ ἔστιν ἀπαλλαγὴ τούτου, σαφῶς ἐπίστασθε.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.87 Dem. 25.91 (English) >>Dem. 25.94

Powered by PhiloLogic